Add parallel Print Page Options

15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων [a]Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων [b]Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων [c]Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ [d]εἶπεν αὐτῷ· Κύριε, [e]πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ [f]ὁ Ἰησοῦς· Βόσκε τὰ [g]πρόβατά μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος [h]σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.

20 [i]Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον [j]οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ [k]μοι ἀκολούθει. 23 ἐξῆλθεν οὖν [l]οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. [m]οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ [n]ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς [o]αὐτοῦ ἡ μαρτυρία ἐστίν. 25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ [p]ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον [q]χωρήσειν τὰ γραφόμενα [r]βιβλία.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:15 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:16 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 εἶπεν WH Treg RP ] λέγει NIV
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πάντα σὺ WH Treg NIV ] σὺ πάντα RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 NIV RP ] – WH Treg
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πρόβατά WH NIV RP ] προβάτιά Treg
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:18 σε ζώσει NIV RP ] ζώσει σε WH Treg
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:20 Ἐπιστραφεὶς WH Treg NIV ] + δὲ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:21 οὖν WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:22 μοι ἀκολούθει WH Treg NIV ] ἀκολούθει μοι RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὗτος ὁ λόγος WH Treg NIV ] ὁ λόγος οὗτος RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὐκ εἶπεν δὲ WH Treg NIV ] καὶ οὐκ εἶπεν RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NIV ] ἐστίν ἡ μαρτυρία αὐτοῦ RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 WH Treg NIV ] ὅσα RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 χωρήσειν WH Treg ] χωρῆσαι NIV RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 βιβλία WH Treg NIV ] + Ἀμήν RP